Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.82 Joseph. AJ 3.87 (English) >>Joseph. AJ 3.91

3.85πρὸς γοῦν αὐτοῦ καὶ τῶν ἔργων, διʼ ἐκεῖνον ἡμῖν ἤδη πέπρακται, μὴ καταφρονήσητε τῶν λεγομένων εἰς ἐμὲ τὸν λέγοντα ἀφορῶντες μηδʼ ὅτι γλῶττα ἀνθρωπίνη πρὸς ὑμᾶς λέγει· τὴν δʼ ἀρετὴν αὐτῶν κατανοήσαντες ἐπιγνώσεσθε καὶ τὸ μέγεθος τοῦ νενοηκότος καὶ ἐπὶ συμφέροντι τῷ ὑμετέρῳ πρὸς ἐμὲ μὴ φθονήσαντος εἰπεῖν· 3.86οὐ γὰρ Μωυσῆς Ἀμαράμου καὶ Ἰωχαβάδης υἱός, ἀλλʼ τὸν Νεῖλον ἀναγκάσας ᾑματωμένον ὑπὲρ ὑμῶν ῥυῆναι καὶ ποικίλοις δαμάσας κακοῖς τὸ τῶν Αἰγυπτίων φρόνημα, διὰ θαλάσσης ὁδὸν ὑμῖν παρασχών, καὶ τροφὴν ἐξ οὐρανοῦ μηχανησάμενος ἐλθεῖν ἀπορουμένοις, 3.87 ποτὸν ἐκ πέτρας ἀναβλύσας σπανίζουσι, διʼ ὃν Ἄδαμος τῶν ἀπὸ γῆς τε καρπῶν καὶ θαλάσσης μεταλαμβάνει, διʼ ὃν Νῶχος ἐκ τῆς ἐπομβρίας διέφυγε, διʼ ὃν Ἅβραμος ἡμέτερος πρόγονος ἐξ ἀλήτου τὴν Χαναναίαν κατέσχε γῆν, διʼ ὃν Ἴσακος γηραιοῖς ἐτέχθη γονεῦσι, διʼ ὃν Ἰάκωβος δώδεκα παίδων ἀρεταῖς ἐκοσμήθη, διʼ ὃν Ἰώσηπος ἐδεσπότευσε τῆς Αἰγυπτίων δυνάμεως, οὗτος ὑμῖν τούτους χαρίζεται τοὺς λόγους διʼ ἑρμηνέως ἐμοῦ. 3.88σεβάσμιοι δʼ ὑμῖν γενέσθωσαν καὶ παίδων περιμαχητότεροι καὶ γυναικῶν· εὐδαίμονα γὰρ διάξετε βίον τούτοις ἑπόμενοι καὶ γῆς ἀπολαύοντες καρπίμου καὶ θαλάσσης ἀχειμάστου καὶ τέκνων γονῆς κατὰ φύσιν τικτομένων καὶ πολεμίοις ἔσεσθε φοβεροί· τῷ θεῷ γὰρ εἰς ὄψιν ἐλθὼν ἀκροατὴς ἀφθάρτου φωνῆς ἐγενόμην· οὕτως ἐκείνῳ τοῦ γένους ἡμῶν καὶ τῆς τούτου μέλει διαμονῆς.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.82 Joseph. AJ 3.87 (English) >>Joseph. AJ 3.91

Powered by PhiloLogic